He Adds and Storehouse 9
γενέσθαι - Coming into a new state of being: To Become Morning
And she wept with a mega and sharp cries and she changed the mind away from the Gods of herself, the ones she feels awe for, and awaited the Becoming of evening.And He Adds ate and drank and said to the Boys of himself: 'Yoke together the Horses to the Chariot, for I will depart and encircle all the City and the Earth.'
And Five Senses said to He Adds: 'Let my master lodge in the court today and in the morning depart.'
Eighth day of "circum-cutting" the Foreskin
And He Adds said: 'No, but rather I will depart today, for this is the Day within whom the God initiated to make the Works of himself, and on the Eighth Day I also will wheel round backwards toward yourself and will lodge in the courtyard here.'Καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τῇ εὐλογίᾳ τοῦ Ἰωσὴφ χαρὰν μεγάλην σφόδρα καὶ ἔσπευσε καὶ ἀνῆλθεν εἰς τὸ ὑπερῷον αὐτῆς καὶ πέπτωκεν ἐπὶ τῆς κλίνης αὐτῆς ἀσθενοῦσα, διότι ἦν αὐτῇ χαρὰ καὶ λύπη καὶ φόβος πολὺς καὶ ἱδρὼς συνεχὴς περιεχύθη αὐτήν, ὡς ἤκουσε τὰ ῥήματα ταῦτα παρὰ Ἰωσήφ, ὃς ἐλάλησεν αὐτῇ ἐν τῷ ὀνόματι τοῦ θεοῦ τοῦ ὑψίστου.
Καὶ ἔκλαυσε κλαυθμῷ μεγάλῳ καὶ πικρῷ καὶ μετενόει ἀπὸ τῶν θεῶν αὐτῆς, ὧν ἐσέβετο, καὶ περιέμενε τοῦ γενέσθαι ἑσπέραν.
Καὶ ἔφαγεν Ἰωσὴφ καὶ ἔπιεν καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· ζεύξατε τοὺς ἵππους τῷ ἅρματι, ἔλεγε γὰρ ἀπελεύσομαι καὶ κυκλώσω πᾶσαν τὴν πόλιν καὶ τὴν γῆν.
Καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ· αὐλισθήτω δὴ ὁ κύριός μου σήμερον καὶ τῷ πρωῒ ἀπελεύσῃ τὴν ὁδόν σου.
Καὶ εἶπεν Ἰωσήφ· οὐχί, ἀλλ᾽ ἀπελεύσομαι σήμερον, διότι ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἤρξατο ὁ θεὸς ποιῆσαι τὰ ἔργα αὐτοῦ, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐπαναστρέφω κἀγὼ πάλιν πρὸς ὑμᾶς καὶ αὐλισθήσομαι ἐνθάδε.